Gryllus Maior
Well-known member
P.Oxy 3.531, a letter from a father to his son. Structurally the letter reminds me more of 2 and 3 John than anything else, but see what you think.
1 Κορνήλιος Ἱέρακι τῷ γλυκυτάτωι υἱῷ
2 χαίρειν.
3 ἡδέως σε ἀσπαζόμεθα πάντες οἱ ἐν οἴκωι καὶ
4 τοὺς μετʼ ἐσοῦ πάντας. περὶ οὗ μοι παλλάκεις
5 γράφεις ἀνθρώπου μηδὲν προσποιηθῇς
6 ἕως ἐπʼ ἀγαθῷ πρὸς σὲ παραγένομαι σὺν Οὐ-
7 ηστείνῳ μετὰ καὶ τῶν ὄνων. ἐὰν γὰρ θεοὶ θέλω-
8 σι τάχιον πρὸς σὲ ἥξω μετὰ τὸν Μεχεὶρ μῆνα
9 ἐπεὶ ἐν χερσὶν ἔχω ἐπείξιμα ἔργα. ὅρα μηδε-
10 νὶ ἀνθρώπων ἐν τῇ οἰκίᾳ προσκρο[ύ]σῃς, ἀλλὰ τοῖς
11 βιβλίοις σου αὐτὸ μόνον πρόσεχ[ε] φιλολογῶν
12 καὶ ἀπʼ αὐτῶν ὄνησιν ἕξεις. κόμ[ι]σαι διὰ Ὀν-
13 νωφρᾶ τὰ ἱμάτια τὰ λευκὰ τὰ δυ[ν]άμενα
14 μετὰ τῶν πορφυρῶν φορεῖσθαι φαινολίων,
15 τὰ ἄλλα μετὰ τῶν μουρσίνων φορέσεις.
16 διὰ Ἀνουβᾶ πέμψω σοι καὶ ἀργύριον καὶ
17 ἐπιμήνια καὶ τὸ ἄλλο ζεῦγος τῶν ὑσγείνων.
18 τοῖς ὀψαρίοις ἐξήλλαξας ἡμᾶς, τούτων καὶ τὴν
19 τιμὴν δἰ Ἀνουβᾶ πέμψω σοι, μέντοιγε
20 ἕως πρὸς σὲ ἔλθῃ Ἀνουβᾶς ἀπὸ τοῦ σοῦ χαλκοῦ τὸ
21 ὀψώνιόν σου καὶ τῶν σῶν ἐξοδίασον
22 ἕως πέμψω. ἔστι δὲ τοῦ Τῦβι μηνὸς
23 σοὶ ὃ θέλεις, Φρονίμῳ (δραχμαὶ) ιϛ, τοῖς περὶ Ἀβάσκ(αντον)
24 καὶ Μύρωνι (δραχμαὶ) θ, Σεκούνδῳ (δραχμαὶ) ιβ. πέμ-
25 ψον Φρόνιμον πρὸς Ἀσκληπιάδην ἐμῶι
26 ὀνόματι καὶ λαβέτω παρʼ αὐτοῦ ἀντιφώνη-
27 σιν ἧς ἔγραψα αὐτῷ ἐπιστολῆς καὶ πέμψον.
28 περὶ ὧν θέλεις δήλωσόν μοι. ἔρρωσο, τέκνον.

Last edited: